_ΕΝ ΑΡΧΗ ΚΑΙ ΕΝ ΤΗ ΕΚ ΤΟΥ ΩΟΥ ΓΕΝΕΣΕΙ,
ΕΡΩΣ ΗΝ Ο ΠΡΩΤΑΡΧΙΚΟΣ ΠΟΘΕΙΝΟΣ ΘΕΟΣ
ΟΣΤΙΣ ΩΣ ΦΑΝΗΣ = ΦΩΣ ΑΠΑΣΤΡΑΠΤΟΝ ΑΝΕΔΥΘΗ
ΕΚ ΤΩΝ ΣΚΟΤΕΙΝΩΝ ΠΤΥΧΩΝ ΤΗΣ ΜΕΛΑΝΟΣ ΝΥΚΤΟΣ_
«Χάος ἦν καὶ Νὺξ Ἔρεβός τε μέλαν πρῶτον καὶ Τάρταρος εὐρύς•
γῆ δ᾽ οὐδ᾽ ἀὴρ οὐδ᾽ οὐρανὸς ἦν• Ἐρέβους δ᾽ ἐν ἀπείροσι κόλποις
τίκτει πρώτιστον ὑπηνέμιον Νὺξ ἡ μελανόπτερος ᾠόν,
ἐξ οὗ περιτελλομέναις ὥραις ἔβλαστεν Ἔρως ὁ ποθεινός,
στίλβων νῶτον πτερύγοιν χρυσαῖν, εἰκὼς ἀνεμώκεσι δίναις.
Οὗτος δὲ Χάει πτερόεντι μιγεὶς νύχιος κατὰ Τάρταρον εὐρὺν
ἐνεόττευσεν γένος ἡμέτερον, καὶ πρῶτον ἀνήγαγεν εἰς φῶς.
Πρότερον δ᾽ οὐκ ἦν γένος ἀθανάτων, πρὶν ἜΡΩΣ
ξυνέμειξεν ἅπαντα• ξυμμειγνυμένων δ᾽ ἑτέρων ἑτέροις γένετ᾽ οὐρανὸς ὠκεανός τε καὶ γῆ πάντων τε θεῶν μακάρων γένος ἄφθιτον».
(Βλ. «Αριστοφάνης «Όρνιθες, 693 – 702»).

ΒΑΣΙΛΙΚΗ ΖΕΥΓΑΡΑ
Πηγή: