Πέμπτη, 11 Μαΐου 2017

EΠΙΚΛΗΣΗΣ ΔΙΟΣ ΑΚΡΑΙΟΥ

Ζήνα θεών τον άριστον
αείσομαι ηδέ μέγιστον,
ευρύοπα, κρείοντα, τελέσφορον.
Ιληθ' ευρύοπα Ολύμπιε κύδιστε μέγιστε.
Ζεύς πρώτος εγένετο.
Ζεύς ύστατος αρχικέραυνος.
Ζεύς κεφαλή. Ζεύς μέσσα.
Διός δ'εκ πάντα τέτυκται.
Ζεύς πυθμήν γαίης τε
και ουρανού αστερόεντος.
Ζεύς πνοιή ανέμων.



Ζεύς ακαμάτου πυρός ορμή.
Ζεύς πόντου ρίζα. Ζεύς ήλιος ηδέ σελήνη.
Ζεύς βασιλεύς.
Ζεύς αυτός απάντων αρχιγένεθλος.
Εν κράτος, είς δαίμων γένετο, μέγας αρχός απάντων. Εν δε δέμας βασίλειον,
εν ώ τάδε πάντα κυκλείται.
Πύρ και ύδωρ και γαία και αιθήρ,
νύξ τε και ήμαρ.
Κικλήσκω μέγαν, αγνόν, Ολύμπιον, ακραίον,
ερισμάραγον Δία, νεφεληγερέτην, περίφαντον, ηέριον, φλογόεντα,
πυρίδρομον, ηεροφεγγή, αστράπτοντα σέλας
νεφέων παταγοδρόμω αυδή, βρύμηνιν, ανίκητον θεόν αγνόν, αστραπέα Δία, υέτιον,
παγγενέτην, βασιληά μέγιστο
 (τετράκις στα 4 σημεία)

Κλύθι Ζεύ. Ζεύ πολυτίμητε, Ζεύ άφθιτε, τήνδε τοι
ημείς μαρτυρίην
τιθέμεσθα λυτήριον, ηδέ  πρόσευξιν. Κλύθι Ζεύ. Ζεύ Αιώνων βασιλεύ, ευρύοπα, παγγενέτα,
διά σήν κεφαλήν εφάνη τάδε πάντα
γαία θεά μήτηρ, ορέων θ'υψαύχενες όχθοι, και πόντος,
και πανθ' οπόσ' ουρανός εντός έταξε. Κλύθι Ζεύ. Ζεύ κρόνιε, Ζεύ πάτερ, υψίβρομον
πυρσαυγέα κόσμον ελαύνων, Ζεύ Ολύμπιε, σκηπτούχε, καταιβάτα, οβριμόθυμε,
παντογένεθλε, αρχή πάντων, πάντων τε τελευτή,
ακραίε, υέτιε, σεισίχθων, αυξητά, καθάρσιε, παντοτινάκτα,
αστράπιε, κεραύνιε, βρονταίε, φυτάλιε Ζεύ.
Κλύθι ακραίε Ζεύ, κλύθι υέτιε,
κλύθι αιολόμορφε. Δεύρο παντός κτίστα, Θεών Θεέ , κοίρανε παντός,
και χάριν λοιβής δίδου συνεχείς καρποτρόφους όμβρους επί
την Ελλήνων γήν.

(σπονδή τρίς)
Χαίρε Ζεύ.
Χαίρε Μέγα Θεέ Πατρώε,
βασιλεύ μέγιστε, αυτοπάτωρ, πανυπέρτατε,
μακάρων τε θεών πάτερ ηδέ και βροτών,
ίλαος είης, ευτυχίην Ελλησι προφαίνων.
Χαίρε Πάτερ, χαίρ' αύθι Ζεύ άναξ, παντοκράτωρ.  





Πηγή:
ieraellas-kinimaethnikon.blogspot.gr